Απολυτίκιο Αγ. Καλλινίκου του Μάρτυρος
Απολυτίκιο Αγ. Ειρήνης της Χρυσοβαλάντου
Απολυτίκιο Αγ. Παντελεήμονος του Μεγαλομάρτυρος και Ιαματικού
Απολυτίκιο Αγ. Ερμολάου, Έρμιππος και Ερμοκράτης
Απολυτίκιο Κοίμησις Αγ. Άννης
Απολυτίκιο Αγ. Χριστίνης της Μεγαλομάρτυρος
Απολυτίκιο Προφήτου Ιεζεκιήλ
Απολυτίκιο Αγ. Μαρίας της Μαγδαληνής, Μυροφόρου και Ισαποστόλου
Απολυτίκιο των Αγ. Συμεών, Ιωάννου
Απολυτίκιο Προφήτου Ηλιού του Θεσβίτου
Απολυτίκιο Αγ. Μακρίνης
Απολυτίκιο Αγ. Αιμιλιανού
Απολυτίκιο Αγ. Μαρίνης της Μεγαλομάρτυρος
Ἀπολυτίκιον Ἦχος πλ. α'. Τόν συνάναρχον Λόγον. Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος, τὸν γὰρ ἀόρατον ἐχθρὸν κατεπάτησας στερρῶς ὀφθέντα σοὶ Ἀθληφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ τῶν ἰαμάτων τὰ δωρήματα.
Απολυτίκιο Αγ. Αθηνογένους
Ἀπολυτίκιον Ἦχος γ'. Θείας πίστεως. Χρῖσμα ἀγιόν, εἰσδεδεγμένος, Μάρτυς ἔνθεος, τοῦ Λόγου ὤφθης, Ἀθηνόγενες ἀθλήσας στερρότατα, καὶ ὡς θυσίαν αὐτῶ προσενήνοχας τῶν φοιτητῶν σου δεκάδα τὴν πάνσεπτον μεθ' ὧν πρέσβευε, δοθήναι τοὶς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Απολυτίκιο Αγ. Κηρύκου και Ιουλίττας
Ἀπολυτίκιον Ἦχος δ'. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ. Ἡ καλλιμάρτυς τοῦ Χρίστου Ἰουλίττα, σὺν τριετεῖ ἀμνῶ αὐτῆς τῷ Κηρύκῳ, δικαστοὺ πρὸ βήματος παρέστησαν φαιδρῶς, εὔτολμοι κηρύττοντες. τὴν χριστώνυμον κλῆσιν, ἄμφω μὴ πτοούμενοι, ἀπειλᾶς τῶν τυρράνων καὶ στεφηφόροι νῦν ἐν οὐρανοίς, ἀγαλλιώνται. Χριστῷ παριστάμενοι.
Απολυτίκιο Αγ. Νικοδήμου του Αγιορείτου
Ἀπολυτίκιον Ἦχος γ'. Τὴν ὡραιότητα. Σοφίας χάριτι, Πάτερ κοσμούμενος, σάλπιξ θεόφθογγος, ὤφθης τοῦ Πνεύματος, καὶ ἀρετῶν ὑφηγητής, Νικόδημε θεηγόρε, πάσι γὰρ παρέθηκας, σωτηρίας διδάγματα, βίου καθαρότητας, διεκφαίνων τὴν ἔλλαμψιν, τῷ πλούτῳ τῶν ἐνθέων σου λόγων, δι' ὧν ὡς φῶς τῷ κόσμῳ ἔλαμψας.
Απολυτίκιο Αγ. Στεφάνου του Σαββαΐτου
Ἀπολυτίκιον Ἦχος δ'. Ταχὺ προκατάλαβε. Ὡς θεῖον στεφάνωμα, τὴν ἀρετὴν ἐσχηκῶς, λαμπρῶς ἐστεφάνωσας, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν λόγοις καὶ πράξεσι, σὺ γὰρ ὡς ἱεράρχης, καὶ σοφὸς θεηγόρος, θείων ᾀσμάτων λύρα, Πάτερ Στέφανε ὤφθης, διὸ ταὶς σαὶς φαιδρότησιν, ἠμᾶς στεφάνωσαν.
Απολυτίκιο Αγίου Παϊσίου του Αγιορείτου
Ἀπολυτίκιον
Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Απολυτίκιο της Αγ. Όλγας
Ἀπολυτίκιον Ἦχος γ'. Θείας πίστεως. Θείας πίστεως, αρχή αγία,αναδέδειξαι, εν τη Ρωσία, προσελθούσα του Σωτήρος τη χάριτι, και εν αυτή τον λαόν σου προσήγαγες, ως αληθής βασιλίς και θεόληπτος. Όλγα ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Απολυτίκιο Αγ. 45 Μαρτύρων
Ἀπολυτίκιον Ἦχος δ'. Ταχὺ προκατάλαβε. Στρατὸς θεοσύλεκτος, παρεμβολὴ ἱερά, νομίμως ἀθλήσαντες ὑπὲρ τῆς δόξης Χριστοῦ, ἐν Πνεύματι ὤφθητε, Μάρτυρες τοῦ Κυρίου, Τεσσαράκοντα πέντε, λύσαντες δι' ἀγώνων, τὴν πολύθεον πλάνην διὸ ἠμῶν τοὺς ἀγῶνας, πάντες δοξάζομεν.
Απολυτίκιο Αγ. Παγκρατίου του Ιερομάρτυπος, επισκόπου Ταυρομενίας
Ἀπολυτίκιον Ἦχος γ'. Θείας πίστεως. Κράτος ἔνθεον ἠμφιεσμένος ἐκ τῆς χάριτος τοῦ κορυφαίου ἀποστόλων ζηλωτὴς ἐχρημάτισας, καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων, Παγκράτιε, τὴν ἱερὰν διπλοῒδα ἐφοίνιξας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Απολυτίκιο Αγ. Προκοπίου του Μεγαλομάρτυρος
Ἀπολυτίκιον Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Ἀγρευθεῖς οὐρανόθεν πρὸς τὴν εὐσέβειαν, κατηκολούθησας χαίρων ὥσπερ ὁ Παῦλος Χριστῷ, τῶν Μαρτύρων καλλονὴ Μάρτυς Προκόπιε, ὅθεν δυνάμει τοῦ Σταυροῦ, ἀριστεύσας εὐκλεῶς, κατήσχυνας τὸν Βελίαρ, οὐ τῆς κακίας ἄτρωτους, σῷζε τοὺς πόθω σὲ γεραίροντας.
Απολυτίκιο Αγ. Κυριακής
Ἀπολυτίκιον Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Ἐκ παιδὸς γεωργήσας ζωὴν τὴν κρείττονα, τῶν κατ' αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητὰ Σισώη Ὅσιε, ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς σῆς ἐξόδου, δηλοποιῶν τὴν σὴν δόξα, καὶ καταλάμπων τᾶς ψυχᾶς ἠμῶν.
Απολυτίκιο Αγ. Σισώη του Μεγάλου
Ἀπολυτίκιον Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Ἐκ παιδὸς γεωργήσας ζωὴν τὴν κρείττονα, τῶν κατ' αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητὰ Σισώη Ὅσιε, ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς σῆς ἐξόδου, δηλοποιῶν τὴν σὴν δόξα, καὶ καταλάμπων τᾶς ψυχᾶς ἠμῶν.
Απολυτίκιο Αγ. Αθανασίου του Αθωνίτου
Ἀπολυτίκιον Ἦχος γ'. Τὴν ὡραιότητα. Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σὲ ἠμείψατο, πλουσίαις δωρεαῖς· διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Απολυτίκιο Αγ. Ανδρέα Αρχιεπισκόπου Κρήτης
Ἀπολυτίκιον Ἦχος πλ. α'. Τόν συνάναρχον Λόγον. Τοῦ Δαβίδ τήν κινύραν Πάτερ μιμούμενος, ἐν Ἐκκλησία Ὁσίων προσάδεις ἄσμα καινόν, ὡς σοφός ὑφηγητής τοῦ θείου Πνεύματος, σύ γάρ ἐβρόντησας ἡμῖν, τάς τῆς χάριτος ὠδάς, καί λόγον δικαιοσύνης, Ἀνδρέα Πατέρων κλέος, πρός σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Απολυτίκιο Αγ. Υακίνθου
Ἀπολυτίκιον Ἦχος δ'. Ταχὺ προκατάλαβε. Ὡς Λίθος ὑάκινθος, τῆς Ἐκκλησίας Χριστοῦ, ἀστράπτεις τοὶς πέρασι, ταὶς τῶν χαρίτων αὐγαίς, παμμάκαρ Ὑάκινθε, σὺ γὰρ ὁμολογία, πυρσωθεῖς εὐσέβειας, ἔλαμψας ἐν ἀθλήσει, τὴ τοῦ Λόγου μιμήσει, ἐντεῦθεν καταφαιδρύνεις, τοὺς σὲ γεραίροντας.
Απολυτίκιο Κατάθεσις Τιμίας Εσθήτος της Θεοτόκου
Ἀπολυτίκιον Ἦχος γ'. Θείας πίστεως. Θεῖον ἔνδυμα, τῶν οίκτιρμῶν σου, καὶ ἱμάτιον ἀθανασίας, τὴν ἁγίαν σου Ἐσθῆτα καὶ ἄφθαρτον, τῇ κληρουχίᾳ σου Κόρη δεδώρησαι, εἰς περιποίησιν πάντων καὶ σύναψιν. Ὅθεν Ἄχραντε, τὴν θείαν αὐτῆς κατάθεσιν, τιμῶντες εὐσεβῶς σὲ μεγαλύνομεν.
Απολυτίκιο Αγ. Αναργύρων Κοσμά και Δαμιανού
Ἀπολυτίκιον Ἦχος πλ. δ'. Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Απολυτίκιο Σύναξης των 12 Αποστόλων
Ἀπολυτίκιον Ἦχος γ'. Τὴν ὡραιότητα. Ὡς δωδεκάπυρσος, λυχνία ἔλαμψαν, οἱ Δωδεκάριθμοι, Χριστοῦ Ἀπόστολοι, Πέτρος καὶ Παῦλος σὺν Λουκᾶ, Ἀνδρέας καὶ Ἰωάννης, Βαρθολομαῖος Φίλιππος, σὺν Ματθαίω καὶ Σίμωνι, Μᾶρκος καὶ Ἰάκωβος, καὶ Θωμὰς ὁ μακάριος, καὶ ηὔγασαν τοὺς πίστει βοώντας χαίρετε Λόγου οἱ αὐτόπται.
Απολυτίκιο Ανακομιδής των Ιερών Λειψάνων Αγ. Κύρου και Ιωάννη
Ἀπολυτίκιον Ἦχος γ'. Θείας πίστεως. Θείας χάριτος, τὴ ἐνεργεῖα, ἀναβλύζοντα, θαυμάτων ρεῖθρα, ἀναργύρως τὰ σεπτὰ ὑμῶν λείψανα, ἐκ τῶν λαγόνων τῆς γῆς κόσμω ἔλαμψαν, Κῦρε θεόφρον, Ἰωάννη τὲ ἔνδοξε, ὅθεν ἅπαντες, τὴν τούτων τιμῶντες εὕρεσιν, αἰτοῦμεν δι' ὑμῶν τὸ μέγα ἔλεος.
Απολυτίκιο Αγ. Αποστόλων Πέτρου και Παύλου
Ἀπολυτίκιον Ἦχος δ'. Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῆ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Απολυτίκιο Αγ. Σαμψών του Ξενοδόχου
Ἀπολυτίκιον Ἦχος δ'. Ταχὺ προκατάλαβε. Ὁ φέρων τὴν μίμησιν, τῶν τοῦ Θεοῦ οἰκτιρμῶν, ἐνθέου χρηστότητας, ἀναβλυστάνεις κρουνούς, Σαμψῶν Ἱερώτατε, σὺ γὰρ θεομιμήτω, ἑλλαμφθεῖς συμπάθεια, ὤφθης τῶν τεθλιμμένων, καὶ πασχόντων ἀκέστωρ, παρέχων ἐνὶ ἐκάστω, ρώσιν καὶ ἔλεος.
Απολυτίκιο Αγ. Δαβίδ ο εν Θεσσαλονίκη
Ἀπολυτίκιον Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Τη αγάπη του Λόγου πάτερ πτερούμενος, επι του δένδρου διήλθες αγγελικήν βιοτήν, και εξήνεγκας ημίν καρπούς της χάριτος, εξ' ων τρυφώντες, νοητώς εκβοώμεν σοι πιστώς, Δαυίδ οσίων ακρότης. Μη διαλίπης πρεσβεύων, ελεηθήναι τας ψυχάς ημών.
Απολυτίκιο Αγ. Φεβρωνίας
Ἀπολυτίκιον Ἦχος γ'. Τὴν ὡραιότητα. Ὡς τῆς ἀσκήσεως ῥόδον ἡδύπνευστον, ὀσμὴν ἀθλήσεως τῷ κόσμῳ ἔπνευσας, εἰς ὀσμὴν μύρων τοῦ Χριστοῦ δραμοῦσα ἀσχέτῳ πόθῳ, ὅθεν ὡς παρθένον σὲ καὶ ὁσίαν καὶ μάρτυρα, θαυμαστῶς ἐδόξασε Φεβρωνία ὁ Κύριος, ᾧ πρέσβευε ὑπὲρ τῶν βοώντων, χαῖρε σεμνὴ ὁσιομάρτυς.
Απολυτίκιο Γενεσίου Τιμίου Προδρόμου
Ἀπολυτίκιον Ἦχος δ'. Ταχὺ προκατάλαβε. Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαι σέ, οὐκ εὐποροῦμεν ἠμεῖς, οἱ πόθω τιμῶντες σέ, στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυται τὴ ἐνδόξω, καὶ σεπτή σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμω κηρύττεται.
Απολυτίκιο Αγ. Αγριππίνας
Ἀπολυτίκιον Ἦχος γ'. Θείας πίστεως. Θεῖον Πνεύματι, κραταιωθεῖσα, ἠνδραγάθησας, γενναιοφρόνως, Ἀγριππίνα παρθενίας ὀσφράδιον ὅθεν Χριστοῦ δοξασθεῖσα τὴ χάριτι, πηγᾶς θαυμάτων βλυστάνεις τοὶς πέρασι. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Απολυτίκιο Αγ. Ευσεβίου επισκόπου Σαμοσάτων
Ἀπολυτίκιον Ἦχος δ'. Ταχὺ προκατάλαβε. Σοφίας τοῦ Πνεύματος, καταυγασθεῖς τῷ φωτί, τὸν λόγον ἐτράνωσας, τῆς εὐσέβειας ἠμίν, Εὐσέβιε ἔνδοξε, σὺ γὰρ ἱεραρχήσας, εὐσεβῶς τὴ Τριάδι, ἤθλησας θεοφρόνως, καὶ τὴν πλάνην καθεῖλες. Καὶ νῦν Πάτερ δυσώπησον, σώζεσθαι ἅπαντας.
Απολυτίκιο Αγ. Ιουλιανού του Αιγυπτίου
Ἀπολυτίκιον Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Μητρικαὶς ὑποθήκαις μυστανωνούμενος, πανευκλεὴς στρατιώτης ὤφθης Χριστοῦ τοῦ Θεοῦ, παντευχίαν μυστικὴν περιζωσάμενος. ὅθεν καθεῖλες τὸν ἔχθρον, ὡς γενναῖος ἀριστεύς, καὶ ἤθλησας θεοφρόνως, Ἰουλιανὲ θεόφρον, ὑπὲρ ἠμῶν ἀεὶ πρεσβεύων Θεῶ.
Απολυτίκιο Αγ. Μεθοδίου Επισκόπου Πατάρων
Ἀπολυτίκιον Ἦχος γ'. θείας πίστεως. Θείαν μέθοδον τῆς εὐσεβείας ἐθησαύρησας τῇ Ἐκκλησίᾳ ὡς ἱεράρχης καὶ μάρτυς, Μεθόδιε, σὺ γὰρ σοφίας τὸν πλοῦτον δρεψάμενος, ἀθλητικῶς τὸ σὸν τάλαντον ηὔξησας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Επικοινωνία
Αγίου Χριστοφόρου 2 Κατερίνη
Τηλέφωνο επικοινωνίας
2351 022461
Ηλεκτρονικό ταχυδρομείο
Χρήσιμα
Επισκέπτες
27965